[173] μαρτυρεῖ δὲ τὸ ἐπιλεγόμενον ἑξῆς· „ἐψώμισέ σε τὸ μάννα.“ ἆρά γε τὸν τὴν ἄπονον καὶ ἀταλαίπωρον τροφὴν δίχα σπουδῆς τῶν ἀνθρώπων οὐκ ἐκ γῆς, ὡς ἔθος, ἀναδοθεῖσαν, ἀπ’ οὐρανοῦ δέ, τεράστιον ἔργον, ἐπ’ εὐεργεσίᾳ τῶν χρησομένων παρασχόμενον ἄξιον λέγειν λιμοῦ καὶ κακώσεως ἢ τοὐναντίον εὐθηνίας καὶ εὐετηρίας ἀδείας τε καὶ εὐνομίας αἴτιον;