[166] αἴτιον δὲ ἐγένετο οὐ ψιλὸς ὁ πόνος, ἀλλὰ σὺν τῷ γλυκανθῆναι· λέγει γάρ· „ἐγλυκάνθη τὸ ὕδωρ,“ γλυκὺς δὲ καὶ ἡδὺς πόνος ἑτέρῳ ὀνόματι φιλοπονία καλεῖται. τὸ γὰρ ἐν πόνῳ γλυκὺ ἔρως ἐστὶ καὶ πόθος καὶ ζῆλος καὶ φιλία τοῦ καλοῦ.
Philo of Alexandria · Parte 166
← anterior · todas as partes · a obra inteira · próxima →
Esta parte: https://pedraangular.app.br/rolo/filon-de-congressu-eruditionis-gratia-grc-wendland-1898/166.html