Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 162

[162] ἀλλὰ δῆλον, ὡς ὀνόματι κατακέχρηται πόνου, τοῦ σωφρονιστοῦ. τὰ γὰρ πλεῖστα καὶ μέγιστα τῶν ἀγαθῶν ἀσκητικαῖς ἀθλήσεσι καὶ ἡβῶσι πόνοις εἴωθε περιγίνεσθαι· ψυχῆς δὲ ἑορτὴ ζῆλος ὁ τῶν ἀρίστων καὶ τελεσφορούμενος πόνος. οὗ χάριν διείρηται καὶ „ἐπὶ πικρίδων τὰ ἄζυμα ἐσθίειν“ (Exod. 12,8) οὐχ ὡς προσεψήματος, ἀλλ’ ἐπειδὴ τὸ μὴ οἰδεῖν καὶ ἀναζεῖν ταῖς ἐπιθυμίαις, ἐστάλθαι δὲ καὶ συνῆχθαι πρὸς ἀηδίας οἱ πολλοὶ τίθενται, πικρὸν ἡγούμενοι τὸ [M.543] ἀπομαθεῖν τὸ πάθος, ὅπερ ἐστὶν