Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 160

[160] μαρτυρεῖ δὲ καὶ Μωυσῆς ἐν οἷς φησιν· „ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη καὶ ἐγκατέλιπε θεὸν τὸν ποιήσαντα αὐτόν“ (Deut. 32,15)· ὥστε εἰ ἡ ἐπὶ πλέον ἄνεσις τὸ μέγιστον κακόν, ἀσέβειαν, ὠδίνει, τοὐναντίον ἡ μετὰ νόμου κάκωσις ἀγαθὸν τέλειον ἀποτίκτει, τὴν ἀοίδιμον νουθεσίαν.