Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 158

[158] [cap.28] Διόπερ ἐπιφέρει· „καὶ ἐκάκωσεν αὐτὴν“ (Gen. 16, 6), ἴσον τῷ ἐνουθέτησε καὶ ἐσωφρόνισε. λυσιτελὲς γὰρ σφόδρα τοῖς ἐν ἀδείᾳ καὶ ἐκεχειρίᾳ, καθάπερ ἵπποις ἀφηνιασταῖς, ὀξὺ κέντρον, ἐπεὶ μάστιγι μόλις καὶ ἀγωγῇ δαμασθῆναι καὶ τιθασευθῆναι δύνανται.