[155] τὸ δὲ "ἐν ταῖς χερσί σου“ δηλοῖ μὲν τὸ ὑποχείριός ἐστί σοι. σημαίνει δὲ καὶ τοιοῦτον ἕτερον· τὰ μὲν τῆς δούλης εἰς χεῖρας [M.542] ἀφικνεῖται σώματος — σωματικῶν γὰρ ὀργάνων καὶ δυνάμεων τὰ ἐγκύκλια χρεῖα —, τὰ δὲ τῆς κυρίας εἰς ψυχὴν ἔρχεται· λογισμοῖς γὰρ τὰ κατά τε φρόνησιν καὶ ἐπιστήμην ἀνατίθεται.