[151] [cap.27] Οὗ χάριν φρυαττόμενοι τῆς κυρίας, ᾗ τὸ κῦρος ὄντως καὶ ἡ τῶν θεωρουμένων ἀνάκειται βεβαίωσις, ἀλογοῦσι. συναισθομένη δὲ αὕτη τῆς ὀλιγωρίας τούτων ἐλέγξει καὶ μετὰ παρρησίας φήσει· ἀδικοῦμαι καὶ παρασπονδοῦμαι τό γε ἐφ’ ὑμῖν ὁμολογίας παραβαίνουσιν.