[148] τό γε μὴν γράφειν καὶ ἀναγινώσκειν γραμματικῆς τῆς ἀτελεστέρας [45] [46] ἐπάγγελμα, ἣν παρατρέποντές τινες γραμματιστικὴν καλοῦσι, τῆς δὲ τελειοτέρας ἀνάπτυξις τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν. [M.541] ἐπειδὰν οὖν περὶ τῶν τοῦ λόγου διεξέρχωνται μερῶν, τότε οὐ τὰ φιλοσοφίας εὑρήματα παρασπῶνταί τε καὶ παρεργολαβοῦσι;