Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 142

[142] μουσικὴν μὲν οὖν καὶ γραμματικὴν καὶ τὰς συγγενεῖς καλοῦμεν τέχνας — καὶ γὰρ οἱ ἀποτελούμενοι δι’ αὐτῶν τεχνῖται λέγονται μουσικοί τε καὶ γραμματικοί —, φιλοσοφίαν δὲ καὶ τὰς ἄλλας ἀρετὰς ἐπιστήμας καὶ τοὺς ἔχοντας αὐτὰς ἐπιστήμονας· [M.540] φρόνιμοι γάρ εἰσι καὶ σώφρονες καὶ φιλόσοφοι, ὧν οὐδὲ εἷς ἐν τοῖς τῆς διαπεπονημένης ἐπιστήμης σφάλλεται δόγμασι, καθάπερ οἱ προειρημένοι ἐν τοῖς τῶν μέσων τεχνῶν θεωρήμασιν.