Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 140

[140] διὰ τί; ὅτι αἱ μέσαι τέχναι, καὶ εἰ τὰ καθ’ αὑτάς, ὧν εἰσιν ἐγκύμονες, ὁρῶσιν, ἀλλά τοι πάντως ἀμυδρῶς ὁρῶσιν, ἀλλ’ ἐπιστῆμαι τηλαυγῶς καὶ σφόδρα ἐναργῶς καταλαμβάνουσιν· ἐπιστήμη γὰρ πλέον ἐστὶ τέχνης, τὸ βέβαιον καὶ ἀμετάπτωτον ὑπὸ λόγου προσειληφυῖα.