Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 135

[135] οὕτως ἐν γαστρὶ λαμβάνουσαι μᾶλλον ἢ ἔχουσαι αἱ ψυχαὶ τίκτειν πεφύκασι. καθάπερ δ’ οἱ σώματος ὀφθαλμοὶ πολλάκις μὲν ἀμυδρῶς πολλάκις δὲ τηλαυγῶς ὁρῶσι, τὸν αὐτὸν τρόπον καὶ τὸ τῆς ψυχῆς ὄμμα τοτὲ μὲν ὑποσυγκεχυμένας καὶ ἀδήλους τοτὲ δὲ καθαρὰς καὶ τρανὰς δέχεται τὰς ἀπὸ τῶν πραγμάτων [M.539] ἰδιότητας.