[131] [cap.24] τοῦτον τὸν τρόπον καὶ τὰ νομοθετικῆς τῆς παρὰ ἀνθρώποις κατεβλήθη σπέρματα· „ἦν γάρ τις“ φησίν „ἐκ τῆς φυλῆς Λευί, ὃς ἔλαβε τῶν θυγατέρων τῶν Λευί, καὶ ἔσχεν αὐτήν. καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν ἄρρεν· ἰδόντες δὲ αὐτὸ ἀστεῖον ὂν ἐσκέπασαν αὐτὸ μῆνας τρεῖς“ (Exod. 2, 1. 2).