[129] ὅσαι μὲν οὖν ψυχαὶ μετὰ φρονήσεως κυοφοροῦσι πραγμάτων τίκτουσιν ὅμως, τὰ συγκεχυμένα διακρίνουσαι καὶ [M.538] διαστέλλουσαι, καθάπερ ἡ Ῥεβέκκα — λαβοῦσα γὰρ ἐν γαστρὶ τῶν διττῶν διανοίας ἐθνῶν ἐπιστήμην, ἀρετῆς τε καὶ κακίας, εὐτοκίᾳ χρωμένη τὴν ἑκατέρου φύσιν διαστέλλει τε καὶ διακρίνει (Gen. 25,23) —· ὅσαι δὲ ἄνευ φρονήσεως, ἢ ἀμβλίσκουσιν ἢ δύσεριν καὶ σοφιστὴν βάλλοντα καὶ τοξεύοντα (Gen. 21,20) ἢ βαλλόμενον καὶ τοξευόμενον ἀποκύουσι.