Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 12

[12] „εἶπε“ γάρ φησι „Σάρα πρὸς Ἀβραάμ· ἰδοὺ συνέκλεισέ με κύριος τοῦ μὴ τίκτειν· εἴσελθε πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς“ (Gen. 16,1). τὰς σωμάτων πρὸς σώματα μίξεις καὶ ὁμιλίας ἡδονὴν ἐχούσας τὸ τέλος ὑπεξαιρετέον τοῦ παρόντος λόγου· νοῦ γὰρ πρὸς ἀρετήν ἐστι σύνοδος ἐξ αὐτῆς ἐφιεμένου παιδοποιεῖσθαι, εἰ δὲ μὴ δύναιτο εὐθύς, ἀλλά τοι τὴν θεραπαινίθα αὐτῆς,