Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 117

[117] ὁ μὲν δὴ νοητὸς οἶκος [36] οὗτος, αἰσθητὸς δ’ ὁ κόσμος ἐστίν, ἐπεὶ καὶ τὰς αὐλαίας ἐκ τοιούτων συνύφηνεν, ἃ τῶν τεττάρων στοιχείων σύμβολά ἐστιν· ἐκ γὰρ βύσσου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου δημιουργοῦνται (ibid.), τεττάρων, ὡς ἔφην, ἀριθμῶν. σύμβολον δὲ γῆς μὲν ἡ βύσσος — φύεται γὰρ ἐκ ταύτης —, ἀέρος δὲ ὁ ὑάκινθος — μέλας γὰρ οὗτος φύσει —, ὕδατος δὲ ἡ πορφύρα — τὸ γὰρ τῆς βαφῆς αἴτιον ἐκ θαλάττης, ἡ ὁμωνυμοῦσα κόγχη —, πυρὸς δὲ τὸ κόκκινον· ἐμφερέστατον γὰρ φλογί.