Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 99

[99] παγκάλως δ’ ἔχει τὸ ἐν παραβολῆς εἴδει φάναι τὸν κόσμον ὡς εἶδος πλίνθου· δοκεῖ μὲν γὰρ ἑστάναι καὶ βεβηκέναι ὡς ἐκείνη κατὰ τὰς τῆς αἰσθητῆς ὄψεως προσβολάς, κέχρηται δὲ ὠκυτάτῃ [M.420] κινήσει καὶ τὰς ἐν μέρει πάσας παραθεούσῃ.