Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 93

[93] λέγεται γὰρ ὑγιῶς ὅτι „κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων„ (Exod. 2,23). τίς δ’ οὐκ ἂν τῶν εὖ φρονούντων τὰ τῶν πολλῶν ἀνθρώπων ἰδὼν ἔργα καὶ τὰς [23] ὑπερβαλλούσας σπουδάς, αἷς ἢ πρὸς ἀργυρισμὸν ἢ δόξαν ἢ τὴν ἐν ἡδοναῖς ἀπόλαυσιν εἰώθασι χρῆσθαι, σφόδρα κατηφήσαι καὶ πρὸς τὸν μόνον σωτῆρα θεὸν ἐκβοήσαι, ἵνα τὰ [M.419] μὲν ἐπικουφίσῃ, λύτρα δὲ καὶ σῶστρα καταθεὶς τῆς ψυχῆς εἰς ἐλευθερίαν αὐτὴν ἐξέληται;