[87] τῆς μέντοι κατορθώσεως ἔσονται | θεμέλιοι κραταιότατοι οἵδε, ἄμορφα μορφῶσαι τύποις καὶ σχήμασι καὶ περιγραφαῖς ἕκαστον ἰδίᾳ διακρῖναι, μὴ κραδαινόμενα καὶ χωλαίνοντα, ἀλλὰ [M.418] πεπηγότα βεβαίως, τῇ τοῦ τετραγώνου σχήματος οἰκειούμενα φύσει — ἀκράδαντον γὰρ τοῦτό γε —, ἵνα πλίνθου τινὰ τρόπον ἀκλινῶς ἐρηρεισμένα βεβαίως καὶ τὰ ἐποικοδομούμενα δέχηται.