Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 78

[78] ἐπειδὰν οὖν ἐνδιατρίψασαι σώμασι τὰ αἰσθητὰ καὶ θνητὰ δι’ αὐτῶν πάντα κατίδωσιν, ἐπανέρχονται ἐκεῖσε πάλιν, ὅθεν ὡρμήθησαν τὸ πρῶτον, πατρίδα μὲν τὸν οὐράνιον χῶρον ἐν ᾧ πολιτεύονται, ξένην δὲ τὸν περίγειον ἐν ᾧ παρῴκησαν νομίζουσαι· τοῖς μὲν γὰρ ἀποικίαν στειλαμένοις ἀντὶ τῆς μητροπόλεως ἡ ὑποδεξαμένη δήπου πατρίς, ἡ δ’ ἐκπέμψασα μένει τοῖς ἀποδεδημηκόσιν, εἰς ἣν καὶ ποθοῦσιν ἐπανέρχεσθαι.