Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 76

[76] καὶ εἴθε μέντοι πρὸς ὀλίγον ἐνδιατρίψας αὐτοῖς χρόνον μετανίστατο. νυνὶ δὲ καὶ καταμένειν ἀξιοῖ· λέγεται γὰρ ὅτι εὑρόντες τὸ πεδίον κατῴκησαν ὡς ἐν πατρίδι, οὐχ ὡς ἐπὶ ξένης παρῴκησαν. ἧττον γὰρ ἦν δεινὸν συντυχόντας ἁμαρτήμασιν ὀθνεῖα αὐτὰ καὶ ὥσπερ ἀλλοδαπὰ νομίσαι, ἀλλὰ μὴ οἰκεῖα καὶ συγγενῆ ὑπολαβεῖν εἶναι· παρεπιδημήσαντες γὰρ κἂν ἀπέστησαν αὖθις, κατοικήσαντες δὲ βεβαίως καταμένειν εἰσάπαν ἔμελλον.