Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 70

[70] [cap.16] τὸ γοῦν φιλοσώματον γένος τῶν Αἰγυπτίων οὐκ ἀπὸ τοῦ ὕδατος, [17] [18] ἀλλ’ „ὑπὸ τὸ ὕδωρ„ φεῦγον, τουτέστιν ὑπὸ τὴν τῶν παθῶν φοράν, εἰσάγεται, καὶ ἐπειδὰν ὑποδράμῃ τὰ πάθη, τινάττεται καὶ κυκᾶται, τὸ μὲν εὐσταθὲς καὶ εἰρηναῖον ἀποβάλλον ἀρετῆς, τὸ δὲ ταραχῶδες ἐπαναιρούμενον κακίας· λέγεται γὰρ ὅτι „ἐξετίναξε τοὺς Αἰγυπτίους κατὰ μέσον τῆς θαλάσσης φεύγοντας ὑπὸ τὸ ὕδωρ„ (Exod. 14, 27).