Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 65

[65] γάρ φησι „μετεπέμψατό [15] [16] με Βαλάκ, ἐξ ὀρέων ἀπὸ ἀνατολῶν, λέγων· δεῦρο ἄρασαί μοι ὃν μὴ ἀρᾶται ὁ θεός„ (Num. 23, 7. 8). ἑρμηνεύεται δὲ Βαλὰκ ἄνους, εὐθυβολώτατα· πῶς [M.415] γὰρ οὐκ ἄνοια δεινὴ τὸ ὂν ἐλπίσαι ἀπατᾶσθαι καὶ γνώμην αὐτοῦ τὴν βεβαιοτάτην ἀνθρώπων σοφίσμασι παρατρέπεσθαι;