[62] ἤκουσα μέντοι καὶ τῶν Μωυσέως ἑταίρων τινὸς ἀποφθεγξαμένου τοιόνδε λόγιον· „ἰδοὺ ἄνθρωπος ᾧ ὄνομα ἀνατολή„ (Zach. 6, 12)· καινοτάτη γε πρόσρησις, ἐάν γε τὸν ἐκ σώματος καὶ ψυχῆς συνεστῶτα λέγεσθαι νομίσῃς· ἐὰν δὲ τὸν ἀσώματον ἐκεῖνον, θείας ἀδιαφοροῦντα εἰκόνος, ὁμολογήσεις ὅτι εὐθυβολώτατον ὄνομα ἐπεφημίσθη τὸ ἀνατολῆς αὐτῷ·