[59] ἀλλὰ τῷ τοῦ παντὸς ἡγεμόνι θεῷ, δι’ ὃν πρὸς τὰ ἔργα φθάνουσι μᾶλλον ἢ τοὺς [M.414] λόγους ἀπαντῶντες· τῶν γὰρ ἄλλων ἐπειδὰν ἀκούσωσι πραττόντων οὗτοι, τὸ παραδοξότατον, ὑπὸ κατοκωχῆς ἐνθέου πράξειν φασὶ πρότερον, [14] εἶτα ἀκούσεσθαι, ἵνα μὴ διδασκαλίᾳ καὶ ὑφηγήσει δοκῶσιν, ἀλλὰ ἐθελουργῷ καὶ αὐτοκελεύστῳ διανοίᾳ πρὸς τὰ καλὰ τῶν ἔργων ὑπαντᾶν· ἐργασάμενοι δὲ ἀκούσεσθαί φασιν, ὅπως ἐπικρίνωσι τὰ πραχθέντα, εἰ λόγοις θείοις καὶ ἱεραῖς παραινέσεσι συνᾴδει.