Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 54

[54] ὁ δὲ μηδενὶ τούτων ἀντιλέγων, ἅπασι δὲ ἑξῆς συνεπινεύων ἑαυτὸν λέληθεν ἀπατῶν καὶ ἐπιτειχίζων ψυχῇ βαρεῖς γείτονας, οἷς ἄμεινον ὑπηκόοις ἢ ἄρχουσι χρῆσθαι· ἡγεμονεύοντες μὲν γὰρ πολλὰ πημανοῦσι καὶ μεγάλα βασιλευούσης παρ’ αὐτοῖς ἀνοίας, ὑπακούοντες δὲ τὰ δέονθ’ ὑπηρετήσουσι [13] πειθηνίως οὐκέθ’ ὁμοίως ἀπαυχενίζοντες.