Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 49

[49] ὀργῆς, εἴκων ἡδονῇ, φύλαξ κακῶν, φθορεὺς ἀγαθῶν. [cap.13] ταῦτα καὶ τὰ τοιαῦτα τῆς ᾀδομένης καὶ θαυμαζομένης εἰρήνης περιμάχητα κειμήλια, ἅπερ ἡ ἑκάστου τῶν ἀφρόνων ἀγαλματοφοροῦσα διάνοια τέθηπε καὶ προσκυνεῖ. ἐφ’ οἷς εἰκότως καὶ πᾶς σοφὸς ἄχθεται, καὶ πρός γε τὴν [11] [12] μητέρα καὶ τιθήνην ἑαυτοῦ, σοφίαν, εἴωθε λέγειν· „ὦ μῆτερ, ἡλίκον με ἔτεκες„, οὐ δυνάμει σώματος, ἀλλὰ τῇ πρὸς ⟨τὸ⟩ μισοπόνηρον ἀλκῇ, ἄνθρωπον ἀηδίας καὶ μάχης, φύσει μὲν εἰρηνικόν, διὰ δὲ τοῦτο καὶ πολεμικὸν κατὰ τῶν αἰσχυνόντων τὸ περιμάχητον κάλλος εἰρήνης.