Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 46

[46] ὅταν γὰρ τὸν ἐν τῇ ἀπολέμῳ εἰρήνῃ συνεχῆ καὶ ἐπάλληλον ἀνθρώπων ἁπάντων ἴδιον καὶ κοινόν, μὴ κατὰ ἔθνη καὶ χώρας ἢ πόλεις καὶ κώμας αὐτὸ μόνον, ἀλλὰ καὶ κατ’ οἰκίαν καὶ ἕνα ἕκαστον τῶν ἐν μέρει συγκροτούμενον πόλεμον θεάσηται, τίς ἐστιν ὅ γε μὴ παραινῶν, κακίζων, νουθετῶν, σωφρονίζων, οὐ μεθ’ ἡμέραν μόνον ἀλλὰ καὶ νύκτωρ, τῆς ψυχῆς αὐτῷ ἠρεμεῖν μὴ δυναμένης διὰ τὸ μισοπόνηρον φύσει;