[31] (Deut. 5, 31), ἵνα ἐνδοιασμὸν καὶ ἐπαμφοτερισμόν, ἀβεβαίου ψυχῆς διαθέσεις, ἀποδυσάμενος τὴν ὀχυρωτάτην καὶ βεβαιοτάτην διάθεσιν, πίστιν, ἐνδύσηται. ἔπειτα δὲ ἑστώς, τὸ παραδοξότατον, ὑπαντᾷ· „στήσῃ„ γάρ ⟨φησιν⟩ „ὑπαντιάζων„· καίτοι τὸ μὲν ὑπαντᾶν ἐν κινήσει, κατὰ δ’ ἠρεμίαν τὸ ἵστασθαι θεωρεῖται.