Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 195

[195] ἔγνω γὰρ ὁ τεχνίτης, ὅτι τὸ μὴ ἀκούειν ἕκαστον τούτων τῆς τοῦ πλησίον φωνῆς λυσιτελές ἐστιν, ἀλλὰ τὰ μὲν τῆς ψυχῆς μέρη ταῖς οἰκείαις δυνάμεσιν ἀσυγχύτοις χρῆσθαι πρὸς τὴν τῶν ζῴων ὠφέλειαν καὶ τὴν πρὸς ἄλληλα κοινωνίαν ἀφῃρῆσθαι, τὰ δὲ τῆς κακίας εἰς ⟨σύγ⟩χυσιν καὶ φθορὰν ἀχθῆναι παντελῆ, ἵνα μήτε συμφωνήσαντα μήτε καθ’ ἑαυτὰ ὄντα ζημία τοῖς ἀμείνοσι γένηται.