Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 185

[185] μῖξις μὲν οὖν σωμάτων διαφερόντων ἐστὶν οὐκ ἐν κόσμῳ παράθεσις, ὥσπερ ἂν εἴ τις σωρὸν ποιήσειε κριθὰς καὶ πυροὺς καὶ ὀρόβους καὶ ἄλλ’ ἄττα εἴδη τῶν σπαρτῶν εἰς ταὐτὸ εἰσενεγκών, [46] [47] κρᾶσις δ’ οὐ παράθεσις, ἀλλὰ τῶν ἀνομοίων μερῶν εἰς ἄλληλα εἰσδυομένων δι’ ὅλων ἀντιπαρέκτασις, ἔτι δυναμένων ἐπιτεχνήσει τινὶ διακρίνεσθαι τῶν ποιοτήτων, ὡς ἐπὶ οἴνου καὶ ὕδατός φασι γίνεσθαι·