Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 179

[179] προσηκόντως οὖν τὴν τούτου κατασκευὴν ὁ θεὸς περιῆψε καὶ τοῖς ὑπάρχοις αὐτοῦ λέγων· „ποιήσωμεν ἄνθρωπον“, ἵνα αἱ μὲν τοῦ ἀνθρώπου κατορθώσεις ἐπ’ αὐτὸν ἀναφέρωνται μόνον, ἐπ’ ἄλλους δὲ αἱ ἁμαρτίαι. θεῷ γὰρ τῷ πανηγεμόνι ἐμπρεπὲς οὐκ ἔδοξεν εἶναι τὴν ἐπὶ κακίαν ὁδὸν ἐν ψυχῇ λογικῇ δι’ ἑαυτοῦ δημιουργῆσαι· οὗ χάριν τοῖς μετ’ αὐτὸν ἐπέτρεψε τὴν τούτου τοῦ μέρους κατασκευήν. ἔδει γὰρ καὶ τὸ ἀντίπαλον τῷ ἀκουσίῳ, τὸ ἑκούσιον, εἰς τὴν τοῦ παντὸς συμπλήρωσιν κατασκευασθὲν ἀναδειχθῆναι.