[177] κακίας δὲ ἀμέτοχοι μέν εἰσιν αὗται, τὸν ἀκήρατον καὶ εὐδαίμονα κλῆρον ἐξ ἀρχῆς λαχοῦσαι καὶ τῷ συμφορῶν ἀνηνύτων οὐκ ἐνδεθεῖσαι χωρίῳ, σώματι, ἀμέτοχοι δὲ καὶ ⟨αἱ⟩ τῶν ἀλόγων, παρόσον ἀμοιροῦσαι διανοίας οὐδὲ τῶν ἐκ λογισμοῦ συμβαινόντων ἑκουσίων ἀδικημάτων ἁλίσκονται.