Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 158

[158] εἰ δὲ ταῦθ’ οὕτως ἔχει, τοὺς ἀναβαίνειν τολμῶντας ἀνθρώπους οὐκ ἀναγκαῖον ἦν ἐμπεπρῆσθαι κεραυνωθέντας, ἀτελοῦς αὐτοῖς τῆς μεγαλουργηθείσης ἐπινοίας γενομένης; τοῦτ’ ἔοικεν αἰνίττεσθαι διὰ τῶν αὖθις λεγομένων· „ἐπαύσαντο“ γάρ φησιν „οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον“ (Gen. 11,8), οὐ δήπου τελειώσαντες, [M.429] ἀλλὰ τελεσιουργῆσαι κωλυθέντες διὰ τὴν ἐπιγενομένην σύγχυσιν. οὐ μὴν ἐκπεφεύγασι τὴν τῶν διαπράξεων αἰτίαν οἱ πρὸς τῷ βουλεύσασθαι καὶ ἐγκεχειρηκότες.