Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 15

[15] φαμὲν τοίνυν ἐκ τοῦ „τὴν γῆν εἶναι πᾶσαν χεῖλος ἓν καὶ φωνὴν μίαν„ κακῶν ἀμυθήτων καὶ μεγάλων συμφωνίαν δηλοῦσθαι, ὅσα τε πόλεις πόλεσι καὶ ἔθνεσιν ἔθνη καὶ χώραις χῶραι ἀντεπιφέρουσι, καὶ ὅσα μὴ μόνον εἰς ἑαυτοὺς ἀλλὰ καὶ εἰς τὸ θεῖον ἀσεβοῦσιν ἄνθρωποι· καίτοι ταῦτα πληθῶν ἐστιν ἀδικήματα. σκεπτόμεθα δ’ ἡμεῖς καὶ ἐφ’ ἑνὸς ἀνδρὸς τὸ ἀδιεξήγητον τῶν κακῶν πλῆθος, καὶ μάλισθ’