Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 147

[147] διὸ προήχθην ὀλίγῳ πρότερον ἐπαινέσαι τὰς ἀρετὰς τῶν φασκόντων ὅτι „πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου“ (Gen. 42, 11)· καὶ γὰρ εἰ μήπω ἱκανοὶ θεοῦ παῖδες νομίζεσθαι γεγόναμεν, ἀλλά τοι τῆς ἀειδοῦς εἰκόνος αὐτοῦ, λόγου τοῦ ἱερωτάτου· θεοῦ γὰρ εἰκὼν λόγος ὁ πρεσβύτατος.