Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 144

[144] οἱ πολλοὺς ἐπιγραφόμενοι τῶν ὄντων ὡσανεὶ πατέρας καὶ τὸ πολύθεον εἰσηγούμενοι στῖφος ἀπειρίαν ὁμοῦ καὶ πολυμιγίαν τῶν πραγμάτων καταχέαντες καὶ τὸ ψυχῆς τέλος ἡδονῇ παραδόντες δημιουργοὶ τῆς εἰρημένης πόλεως καὶ τῆς κατ’ αὐτὴν ἀκροπόλεως, εἰ δεῖ τἀληθὲς εἰπεῖν, γεγόνασι, τὰ ποιητικὰ τοῦ τέλους τρόπον οἰκοδομημάτων συναύξοντες, τῶν ἐκ πόρνης ἀποκυηθέντων οὐδέν, ὥς γ’ οἶμαι, διαφέροντες, οὓς ὁ νόμος ἐκκλησίας ἀπελήλακε θείας εἰπών· „οὐκ εἰσελεύσεται ἐκ πόρνης εἰς ἐκκλησίαν κυρίου“ (Deut. 23, 2), ὅτι, καθάπερ περὶ πολλὰ τέλη πλανώμενοι τοξόται καὶ μηδενὸς εὐστόχως ἐφιέμενοι σκοποῦ, μυρίας ἀρχὰς καὶ αἰτίας τῆς τῶν ὄντων ὑποθέμενοι γενέσεως ψευδωνύμους πάσας τὸν ἕνα ποιητὴν καὶ πατέρα τῶν ὅλων ἠγνόησαν.