[141] οὗ χάριν καὶ παρὰ τοῖς ἄριστα πολιτευομένοις ἀναγέγραπται νόμος [M.426] ἀκοῇ μὴ μαρτυρεῖν, ὅτι φύσει τὸ δικαστήριον αὐτῆς πρὸς τὸ δεκάζεσθαι ταλαντεύει· καὶ Μωυσῆς μέντοι φησὶν ἐν τοῖς ἀπαγορευτικοῖς· „οὐ παραδέξῃ ἀκοὴν ματαίαν“ (Exod. 23, 1), οὐχὶ μόνον τοῦτο λέγων, * παραδέχεσθαι [33] [34] ψευδῆ λόγον ἢ εὐήθη δι’ ἀκοῆς, ἀλλὰ καὶ ὅτι πρὸς τὴν σαφῆ τῆς ἀληθείας κατάληψιν μακρὸν ὅσον ὄψεως ὑστερίζουσα διελέγχεται γέμουσα