Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 129

[129] τῶν κριμάτων ἀναγραφομένῃ βίβλῳ δεδήλωται. ἔστι δὲ ὡς μὲν Ἑβραῖοι λέγουσι Φανουήλ, ὡς δὲ ἡμεῖς ἀποστροφὴ θεοῦ· τὸ γὰρ κατεσκευασμένον ὀχύρωμα διὰ τῆς τῶν λόγων πιθανότητος οὐδενὸς ἕνεκα ἑτέρου κατεσκευάζετο ἢ τοῦ μετατραπῆναι καὶ μετακλιθῆναι διάνοιαν ἀπὸ τῆς τοῦ θεοῦ τιμῆς· οὗ τί ἂν γένοιτο ἀδικώτερον;