Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 121

[121] καὶ μὴν λέγουσι „πρὶν ἡμᾶς διασπαρῆναι„· ἀλλὰ τὸ συνειδὸς ἔνδοθεν ἐλέγχει καὶ σφόδρα ἐπιτηδεύοντας ἀθεότητα κεντεῖ, ὡς ἄκοντας εἰς συναίνεσιν ἐπισπάσασθαι περὶ τοῦ τὰ κατ’ ἀνθρώπους πάντα πρὸς ἀμείνονος φύσεως ἐφορᾶσθαι καὶ δίκην ἐφεστάναι τιμωρὸν ἀδέκαστον, ἀσεβῶν πράξεις ἐχθραίνουσαν ἀδίκους καὶ λόγους τοὺς συνηγόρους αὐταῖς.