Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 119

[119] οὐκοῦν, εἴποιμ’ ἂν αὐτοῖς, ὅτι σκεδασθήσεσθε γινώσκετε; τί οὖν ἁμαρτάνετε; ἀλλὰ μήποτε τὸν τρόπον τῶν ἀφρόνων διασυνίστησιν, οἳ καίτοι μεγίστων ἐπικρεμαμένων οὐκ ἀδήλως ἀλλ’ ἐκ τοῦ φανεροῦ πολλάκις τιμωριῶν ἀδικεῖν ὅμως οὐκ ὀκνοῦσι· γνωριμώταται δ’ εἰσὶν αἱ τιμωρίαι ἀδηλοῦσθαι νομισθεῖσαι, ἃς ἐκ θεοῦ κατασκήπτειν συμβέβηκε.