[104] εἰ μὲν γὰρ ὁ πηλὸς ἐγένετο ἄσφαλτος, μέχρι παντὸς ἂν ἴσως τὸ ἐν [26] συνεχεῖ ῥύσει γεῶδες αἰσθητὸν εἰς ἀσφαλῆ καὶ ἀμετάβλητον δύναμιν ἐξενίκησεν· ἐπεὶ δὲ τοὐναντίον ἡ ἄσφαλτος εἰς πηλὸν μετέβαλεν, οὐκ ἀθυμητέον· ἐλπὶς γάρ, ἐλπὶς τὰ βέβαια τῆς κακίας ἐρείσματα κράτει θεοῦ διακοπῆναι.