Pular para o conteúdo

De cherubim

Philo of Alexandria · Parte 85

[85] ὁ δὴ ταῦτα διδαχθεὶς καὶ διατηρεῖν καὶ διαφυλάττειν ἐν διανοίᾳ δυνάμενος ἄμωμον καὶ κάλλιστον ἱερεῖον οἴσει θεῷ πίστιν ἐν οὐ θνητῶν ἑορταῖς· ἑαυτῷ γὰρ τὰς ἑορτὰς προσκεκλήρωκε δόγμα τιθεὶς ἀναγκαιότατον τοῖς φιλοσοφίας θιασώταις.