[82] τοῦτο μὲν οὖν τὸ πάθος μήτε σώματι μήτε πολὺ μᾶλλον ψυχῇ δεξώμεθά ποτε, τὸ δ’ ἀντιπεπονθὸς ἐκεῖνο — ἐπειδὴ πάσχειν ἀνάγκη τὸ θνητόν —, ἵνα μὴ καθάπερ οἱ θηλυδρίαι κεκλασμένοι καὶ παρειμένοι [M.154] καὶ προαναπίπτοντες μετ’ ἐκλύσεως ψυχικῶν δυνάμεων ἐξασθενῶμεν, ἀλλ’ ἐρρωμένοι τοῖς διανοίας τόνοις ἐπελαφρίζειν κἀπικουφίζειν ἰσχύωμεν τὴν φορὰν τῶν ἐπαρτωμένων δεινῶν.