[75] πρὸς ὃν εἴποιμ’ ἄν· λέληθέ σε, ὦ μωρέ, ὅτι πᾶς ὁ δοκῶν ἐν γενέσει διώκειν διώκεται· νόσοι γὰρ καὶ γῆρας καὶ θάνατος μετὰ τῆς ἄλλης τῶν ἑκουσίων καὶ ἀκουσίων ⟨κακῶν⟩ πληθύος ἕκαστον ἡμῶν ἐλαύνουσι καὶ στροβοῦσι καὶ διώκουσι, καὶ ὁ νομίζων καταλαμβάνειν ἢ κρατεῖν καταλαμβάνεται καὶ κρατεῖται, καί τις λαφυραγωγήσειν ἐλπίσας καὶ μοίρας λείας διατιθεὶς ἡττηθεὶς ὑπὸ κεκρατηκόσιν ἐχθροῖς [M.153] ἐγένετο, κένωσιν ἀντὶ πλησμονῆς καὶ δουλείαν ἀντὶ δεσποτείας ψυχῇ δεξάμενος τῇ ἑαυτοῦ καὶ ἀντὶ τοῦ ἀνελεῖν ἀναιρεθεὶς καὶ πάνθ’ ὅσα δράσειν ἐνενόησε παθὼν ἀνὰ κράτος.