[73] ἐκκεκριμένου γάρ ἐστιν ὥσπερ ἐξ ἀγῶνος ἱεροῦ καὶ ἀποδεδοκιμασμένου παιδὸς ὄντως νηπίου κομιδῇ λογισμοῦ σεμνολογεῖν ἐπὶ τῷ τὸν νοῦν ἠγαπηκέναι καὶ τὸν νοῦν νομίζειν ἑαυτοῦ κύριον εἶναι καὶ εὐεργέτην καὶ ἐπὶ τῷ τὴν αἴσθησιν σφόδρα στέργειν καὶ κτῆμα ἴδιον αὐτὴν καὶ ἀγαθῶν τὸ μέγιστον ἡγεῖσθαι καὶ τὰ τούτων ἀμφοῖν παιδία, τοῦ μὲν τὸ νοεῖν, τὸ λογίζεσθαι, τὸ διανοεῖσθαι, τὸ βουλεύεσθαι, τὸ στοχάζεσθαι, τῆς δὲ τὸ ὁρᾶν, τὸ ἀκούειν, τὸ γεύεσθαι, τὸ ὀσφραίνεσθαι, τὸ ἅπτεσθαι, κοινῶς τὸ αἰσθάνεσθαι.