Pular para o conteúdo

De cherubim

Philo of Alexandria · Parte 71

[71] [cap.22] ἀλλ’ ἐὰν μεταβάλῃς καὶ ὧν χρὴ φρενῶν μοιραθῇς, ἐρεῖς πάντα τοῦ θεοῦ κτήματα, οὐχὶ σαυτοῦ, τὰς διανοήσεις, τὰς ἐπιστήμας, τὰς τέχνας, τὰ θεωρήματα, τοὺς ἐν μέρει λογισμούς, τὰς αἰσθήσεις, τὰς διὰ τούτων καὶ ἄνευ αὐτῶν ψυχῆς ἐνεργείας· ἐὰν δὲ μέχρι παντὸς ἀπαιδαγώγητον καὶ ἀδίδακτον ἐάσῃς σεαυτόν, δουλεύσεις τὸν αἰῶνα χαλεπαῖς δεσποίναις, οἰήσεσιν, ἐπιθυμίαις, ἡδοναῖς, ἀδικίαις, ἀφροσύναις, ψευδέσι δόξαις.