Pular para o conteúdo

De cherubim

Philo of Alexandria · Parte 39

[39] διὰ τούτων οὖν ἁπάντων ἱκανῶς οἶμαι δεδηλῶσθαι, ὅτι λόγον ἡ φύσις δυνατώτατον σύμμαχον ἀνθρώπῳ δημιουργήσασα τὸν μὲν αὐτῷ χρῆσθαι δυνάμενον ὀρθῶς ἀπέδειξεν εὐδαίμονα καὶ λογικὸν ὄντως, τὸν δὲ μὴ δυνάμενον ἄλογόν τε καὶ κακοδαίμονα.