Pular para o conteúdo

De cherubim

Philo of Alexandria · Parte 37

[37] ἐὰν οὖν πάλιν καθελὼν ἐκεῖνος τὸν πόλεμον καὶ τὰς ἐπ’ αὐτῷ συννοίας καὶ κατηφείας σκεδάσας εἰρήνην ἐπικηρυκεύσηται βίου, φαιδρὸς καὶ γεγηθὼς τὴν δεξιὰν ἐμβαλεῖς ἡμῖν ταῖς ἐν ὁμοίῳ μενούσαις· ἡμεῖς δ’ οὔτ’ εὐμενείᾳ τῇ σῇ φυσώμεθα οὔτ’ ἐὰν δυσμεναίνῃς ἐπιστρεφόμεθα, ἴσμεν γὰρ ἑαυτὰς μήτ’ ἀγαθῶν μήτε κακῶν αἰτίας οὔσας, κἂν σὺ περὶ ἡμῶν τοιαῦτα δοξάζῃς, εἰ μὴ καὶ τὴν θάλατταν εὐπλοίας ἢ τῶν συμβαινόντων ναυαγίων ἀλλ’ οὐχὶ τὰς τῶν πνευμάτων διαφορὰς τοτὲ μὲν ἐπιεικῶς τοτὲ δὲ μετὰ βιαιοτάτου συρμοῦ καταπνεόντων αἰτιατέον·