Pular para o conteúdo

De cherubim

Philo of Alexandria · Parte 3

[3] ἐπεὶ καὶ τὴν μέσην παιδείαν τὴν ἐν τοῖς ἐγκυκλίοις χορεύουσαν ὁρῶμεν Ἄγαρ δὶς μὲν ἐξιοῦσαν ἀπὸ τῆς ἀρχούσης ἀρετῆς Σάρρας, ἅπαξ δὲ τὴν προτέραν ὁδὸν ὑποστρέφουσαν, ἣ τότε μὲν ἀποδρᾶσα, οὐ φυγαδευθεῖσα, κατάγεται [1] ὑπαντήσαντος ἀγγέλου, ὅς ἐστι θεῖος λόγος, εἰς τὸν δεσποτικὸν οἶκον (Gen. 16, 6 ss.), αὖθις δὲ κατὰ τὸ παντελὲς ἀνεπάνακτος ἐκβάλλεται (Gen. 21, 14).