Pular para o conteúdo

De cherubim

Philo of Alexandria · Parte 25

[25] τὸ δ’ ἄνευ θεοῦ ψεκτόν. [cap.8] τὰ μὲν δὴ Χερουβὶμ καθ’ ἕνα τρόπον οὕτως ἀλληγορεῖται· ῥομφαίαν δὲ φλογίνην καὶ στρεφομένην τὴν κίνησιν αὐτῶν καὶ τοῦ παντὸς οὐρανοῦ τὴν ἀίδιον φορὰν ὑποτοπητέον λέγεσθαι. μήποτε δὲ καθ’ ἑτέραν ἐκδοχὴν τὰ μὲν Χερουβὶμ δηλοῖ τῶν ἡμισφαιρίων ἑκάτερον· καὶ γὰρ ἀντιπρόσωπά φησιν εἶναι νεύοντα πρὸς τὸ ἱλαστήριον πτεροῖς (Exod. 25, 19), ἐπειδὴ καὶ ταῦτα ἀντικρὺ μέν ἐστιν ἀλλήλων, νένευκε δὲ ἐπὶ γῆν τὸ μέσον τοῦ παντός, ᾧ καὶ διακρίνεται·